Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.300 Joseph. AJ 5.305 (English) >>Joseph. AJ 5.310

5.303καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται. 5.304

Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ λάθῃ. 5.305Σαμψὼν δέ, οὐ γὰρ λανθάνουσιν αὐτὸν ταῦτα μηχανησάμενοι, περὶ μεσοῦσαν ἤδη τὴν νύκτα ἀναστὰς ἐνράσσει ταῖς πύλαις, αὐταῖς τε φλιαῖς καὶ μοχλοῖς ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις ἀράμενος κατωμαδὸν εἰς τὸ ὑπὲρ Ἑβρῶνος ὄρος φέρων κατατίθησιν. 5.306

Παρέβαινε δʼ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτʼ αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ. 5.307καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.300 Joseph. AJ 5.305 (English) >>Joseph. AJ 5.310

Powered by PhiloLogic